Άγιος και Δίκαιος Δαυΐδ ο Βασιλεύς και Προφητάναξ.
Δαυΐδ τό Ψαλτήριον, οὖ λίθοι λόγοι·
Ἄλλον Γολιάθ συντρίβουσι, τά πάθη.
Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,
Τὸν Δαυΐδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν;
Σίγησον, Ὀρφεῦ· ρίψον, Ἑρμῆ, τήν λύραν, Τρίπους ὁ Δελφοῖς δύνων εἰς λήθην ἔτι. Δαυΐδ γάρ ἡμῖν πνεύματος κρούων λύραν, Τρανοῖ τά κρυπτά τοῦ Θεοῦ μυστηρίων· Πλυθύν παλαιῶν ἱστορεῖ τεραστίων· Κινεῖ πρός ὕμνον τοῦ Κτίσαντος τήν κτίσιν· Σῷζων ἄπαντες μυσταγωγεῖ, καί γράφει· Ἁμαρτάνοντας εἰς ἐπιστροφήν φέρει. Πολλοῖς, σύν ἄλλοις, τοῦ Κριτοῦ δηλῶν κρίσιν, Σμήχειν διδάσκει ψυχικάς ἁμαρτάδας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου