Αγίες και Δίκαιες Λεία, Σάρρα, Εύα, Ρεβέκκα, Ραχήλ, Μαριάμ, Δεββώρα, Ρουθ, Αβιγαία, Ραάβ, Ιαήλ, Άννα, Αβισάγ, η Σαραφθία χήρα γυναίκα, Ιουδίθ, Σωσσάνα, Εσθήρ και Σωμανίτις. Ημέρα Μνήμης: Κυριακή των Προπατόρων.
Μνήμη τῆς δικαίας Σάρρας, γυναικὸς Ἀβραάμ.
Νεύσει Θεοῦ καὶ στεῖρα νικᾶται φύσις·
Καὶ μάρτυς ὠδίνουσα Σάρρα παιδίον.
Μνήμη τῆς δικαίας Ῥεβέκκας, γυναικὸς Ἰσαάκ.
Καὶ τὴν ἀρίστην τῶν γυναικῶν Ῥεβέκκαν,
Ἄριστος εὗρεν ἀνδρῶν κοινὸν λέχους.
Μνήμη τῆς δικαίας Λείας, πρώτης γυναικός, Ἰακώβ.
Λείας προσώπῳ Κύριος μὴ δοὺς χάριν,
Κυήσεως δίδωσι τῇ μήτρᾳ χάριν.
Μνήμη τῆς δικαίας Ῥαχήλ, δευτέρας γυναικός, Ἰακώβ.
Θεοὺς πατρῴους ἡ Ῥαχὴλ κλέπτει πόθῳ,
Ἐν ἐσχάτῳ δὲ τὸν Θεὸν ποθεῖ Λόγον.
Μνήμη τῆς δικαίας Ἀσινέθ, γυναικός, Ἰωσὴφ τοῦ παγκάλου.
Κάλλει παρῆλθεν ἥλιος μὲν ἀστέρας,
Ἡ δ' Ἀσινὲθ μοι τὰς ὑφ' ἥλιον κόρας.
Μνήμη τῆς δικαίας Μαρίας, ἀδελφῆς Μωϋσέως.
ᾌσωμεν , εἰπέ, καὶ πάλιν τῷ Κυρίῳ,
Ψυχῆς κροτοῦσα τύμπανον νῦν Μαρία.
Μνήμη τῆς δικαίας Δεβόρρας τῆς κρινάσης τὸν Ἰσραήλ.
Ὑπὲρ γυναῖκας ἡ Δεβόρρα τὴν φρένα,
Βάθει φρενὸς κρίνουσα λαὸν Κυρίου.
Μνήμη τῆς δικαίας Ῥούθ.
Ἔθνος λιποῦσα Ῥοὺθ ἑαυτῆς καὶ σέβας,
Ἔθνει προσῆλθε καὶ Θεῷ τοῦ Μωσέως.
Μνήμη τῆς δικαίας Σαραφθίας, πρὸς ἣν Ἠλίας ἀπεστάλη.
Ἄσπαρτον εἶχε τὴν τροφὴν Σαραφθία,
Kαινὸν λαχοῦσα λήϊνον τὸν Ἠλίαν.
Μνήμη τῆς δικαίας Σωμανίτιδος τῆς ξενοδοχησάσης τὸν Ἐλισαῖον.
Ἐλισαῖος σοι κλεῖθρα νηδύος λύει,
ᾯ κλεῖθρα Σωμανῖτις ἤνοιξας δρόμου.
Μνήμη τῆς δικαίας Ἰουδίθ, τῆς ἀνελούσης τὸν Ὀλοφέρνην.
Ὃν πᾶς ἀνὴρ ἔφριττε, δεινὸν ὁπλίτην,
Γυνὴ καθεῖλεν, Ἰουδίθ, Ὀλοφέρνην.
Μνήμη τῆς δικαίας Ἐσθήρ, τῆς λυτρωσαμένης τὸν Ἰσραὴλ ἐκ θανάτου.
Ἔσωσεν Ἐσθὴρ ἄνδρας Ἰσραηλίτας,
ᾍδου κυνὴν μέλλοντας ἐνδῦναι πάλαι.
Μνήμη τῆς δικαίας Ἄννης, τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου.
Εὐχῆς τέκνον τεκοῦσα Σαμουὴλ μέγαν,
Νικᾷ Φενάνναν, Ἄννα πολλὴν ἐν τέκνοις.
Μνήμη τῆς δικαίας Σωσάννης.
Kανὼν πρόκειται σωφρονούσαις ἐν βίῳ,
Ὁ τῆς Σωσάννης σωφρονέστατος βίος.
Κοντάκιον
Ἦχος πλ. β’.
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ'ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, Τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ὁ Οἶκος
Ἔκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος· ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Bαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι· Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Στη φωτογραφία εικόνα της Μητέρας του Θεού και στο πλαίσιο εικόνες Προμητόρων και προφητιδών στον Καθεδρικό Ναό Ευαγγελισμού της Θεοτόκου στο Κρεμλίνο. Στο πλαίσιο απεικονίζονται 18 Δίκαιες γυναίκες της Παλαιάς Διαθήκης: Λία, Σάρρα, Εύα, Ρεβέκκα, Ραχήλ, Μαριάμ, Δεββώρα, Ρουθ, Αβιγαία, Ραάβ, Ιαήλ, Άννα, Αβισάγ, η Σαραφθία χήρα γυναίνα, Ιουδίθ, Σωσσάνα, Εσθήρ και Σωμανίτις.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου