Πέμπτη 13 Φεβρουαρίου 2025

Ὅσιος Ἔλλιος ἢ Ἕλλην, ὁ Αἰγύπτιος. Ήμέρα Μνήμης: 14 Ἰουλίου.

Ὅσιος Ἔλλιος ἢ Ἕλλην, ὁ Αἰγύπτιος. Ήμέρα Μνήμης: 14 Ἰουλίου.


Περὶ τοῦ Ἀββᾶ Ἕλλην (1)

Ο Ὅσιος Ἔλλιος ἢ Ἕλλην, Αἰγύπτιος Μοναχὸς 
τοῦ Δ΄ αἰῶνος, ἀφιερώθηκε ἀπὸ νέος στὸν Μοναχικὸ βίο, ἀσκούμενος στὴν ἔρημο. Ἡ βιοτή του καὶ τὰ συγκλονιστικὰ θαύματά του προκαλοῦσαν τὸν θαυμασμὸ τόσο τῶν Μοναχῶν 
ὅσο καὶ τῶν λαϊκῶν καὶ γιὰ τὸν λόγο αὐτό, παρ᾿ ὅτι ἀπέφευγε τὴν δόξα τῶν ἀνθρώπων, τοῦ ἦταν ἀδύνατον νὰ κρυφθῆ.

Ἔδωσε σκληροὺς πνευματικοὺς ἀγῶνες κατὰ 
τῆς πλάνης, ἐκ τοῦ διαβόλου προσγινομένης, ἰδίως σὲ περιόδους παρατεταμένης νηστείας. 
Ὁρισμένες φορὲς μάλιστα ὁ διάβολος τοῦ προσέφερε μέλι καὶ ἄλλοτε νόστιμα μῆλα· ὅμως ὁ Ἔλλιος δὲν ἐπέτρεπε στὸν ἑαυτό του νὰ ἐξαπατηθῆ.

Ἦταν διορατικὸς καὶ ἔβλεπε μέσα στὶς καρδιὲς 
τῶν ἀνθρώπων, διακρίνων λογισμοὺς καὶ τὰ ἐμφωλεύοντα ἐκεῖ πάθη, ὄχι γιὰ νὰ ἐπιδείξη ἐκεῖνα, τὰ ὁποῖα ἐγνώριζε μυστικά, ἀλλὰ γιὰ νὰ διορθώση τὰ σφάλματα τῶν ἀνθρώπων.

Περὶ τοῦ Ἀββᾶ Ἕλλην (2)

Ὁ Ἀββᾶς Ἕλλην ἔζησε στὴν αἰγυπτιακὴ ἔρημο, 
προικίστηκε μὲ μεγάλη πίστι, ἁπλότητα καὶ βαθειὰ ταπεινοφροσύνη καὶ τοῦ δόθηκε τὸ δῶρο τῆς διοράσεως καὶ νὰ ἡμερεύη τὰ ἄγρια ζῶα.

Ὁ Ἀββᾶς Ἕλλην, μία φορὰ καθὼς ἐβάδιζε στὴν ἔρημο, ἠθέλησε νὰ φάγη μέλι, καὶ παρευθὺς εὑρέθη μία μελοκηρύθρα ἐπάνω σὲ μία μεγάλη πέτρα. Ἀλλὰ καταπολέμησε τὸν λογισμό του, λέγων· «Ὕπαγε ἀπὸ λόγου μου κακὴ καὶ βλαβερὰ ὄρεξι». Καὶ ἔτσι χωρὶς νὰ γευθῆ ἔφυγε.

Εὑρισκόμενος κάποτε στὴν ἔρημο χωρὶς νὰ ἔχη φάει τίποτε γιὰ τρεῖς ἑβδομάδες, βρῆκε ὡραιότατα φροῦτα, ἀλλὰ δὲν τὸν ἔπεισε οὔτε ἡ πεῖνα νὰ ἁπλώση τὸ χέρι νὰ τὰ πάρη. Ἀλλὰ ἔλεγε· «Μᾶς λέγει ἡ ἁγία Γραφὴ “οὐκ ἐπ᾿ ἄρτῳ μόνο ζήσεται ἄνθρωπος”, περισσότερο τὸν τρέφει ἡ ἀγάπη πρὸς τὸν Θεό». Καὶ ἐνήστευσε ἄλλη 
μία ἑβδομάδα. Ἐνῶ ἀποκοιμήθηκε, βλέπει Ἄγγελον Κυρίου νὰ τοῦ λέγει, νὰ σηκωθῆ καὶ νὰ φάγη ἀπὸ αὐτά, τὰ ὁποῖα θὰ βρῆ. Καθὼς ἐξύπνησε, βρῆκε μία πηγὴ μὲ δροσερὸ καὶ καθαρὸ νερὸ καὶ γύρωθεν τρυφερὰ χόρτα. Ἔφαγε καὶ ἤπιε χορταστικὰ καὶ μᾶς ἐβεβαίωνε, ὅτι δὲν εἶχε ἄλλη φορὰ φάει νοστιμότερα χόρτα καὶ δὲν εἶχε πιεῖ γλυκύτερο νερό. Καὶ ἀφοῦ βρῆκε ἐκεῖ πλησίον ἕνα σπήλαιο, ἔμεινε ἀρκετὲς ἡμέρες, χωρὶς νὰ φροντίζη γιὰ τροφὴ καὶ νερό. Ὅταν ὅμως τὸν ἐξαντλοῦσε ἡ πολλὴ νηστεία, εὕρισκε ζεστοὺς ἄρτους, ἐλιὲς καὶ διάφορα φροῦτα.

Ὁ Ἀββᾶς Ἕλλην ἐπισκέφθηκε κάποτε τοὺς ἀδελφούς του καί, ἀφοῦ τοὺς ἔδωσε πολλὲς συμβουλές, ἐπέστρεφε στὴν ἔρημο βαστάζων μερικὰ ἐφόδια. Βλέπων κάποιους ὀνάγρους νὰ βόσκουν, τοὺς εἶπε: «Ἐν ὀνόματι τοῦ Χριστοῦ, ἂς ἔλθη ἕνας ἀπὸ σᾶς νὰ σηκώση τὸ φορτίο μου». Τὰ γαϊδουράκια, παρ᾿ ὅλη τὴν ἀγριάδα τους (διότι ὄναγρος σημαίνει ἄγριος ὄνος) ὑπήκουσαν στὸ κάλεσμα τοῦ Γέροντος. Ἀμέσως ἕνα ἀπὸ αὐτὰ ἀπεκόπει ἀπὸ τὴν ἀγέλη καὶ τὸν ἐπλησίασε. Ὁ Ἀββᾶς τότε ἐφόρτωσε τὰ πράγματά του, ἐκάθισε καὶ ὁ ἴδιος ἐπάνω του καὶ ἔτσι σὲ μία ἡμέρα ἔφτασε στὸ σπήλαιό του. Καθὼς εἶχε ἀφήσει τοὺς ἄρτους καὶ τὰ φροῦτα ἔξω ἀπὸ τὸ σπήλαιο, ἠθέλησαν μερικὰ θηρία νὰ τὰ πειράξουν καὶ εὐθὺς μόλις τὰ ἄγγιζαν ἔπιπταν νεκρά.

Ἄλλη φορά, χρειάσθηκε νὰ διασχίση ἕνα ποτάμι καὶ δὲν ὑπῆρχε βάρκα. Ἐκάλεσε τότε ἕναν μεγάλο ἀνθρωποφάγο κροκόδειλο ἀπὸ τὸ ποτάμι, ἐστάθη ἐπάνω στὴν πλάτη του καὶ ἐπέρασε στὴν ἀπέναντι ὀχθή.

Ἄλλη φορὰ ἦλθαν ἑπτὰ ἀδελφοὶ νὰ τὸν ἰδοῦν. Πεινοῦσαν, ἀλλὰ δὲν εἶχε τίποτε νὰ τοὺς φιλεύση καὶ τοὺς εἶπε μόνο αὐτό· «Δύναται ὁ Θεὸς νὰ ἑτοιμάση τράπεζα εἰς τὴν ἔρημο» καὶ εὐθὺς ἐφάνη ἕνας νεανίας, ὁ ὁποῖος τοὺς ἄφησε ἕνα μεγάλο καλάθι μὲ ἄσπρους ἄρτους καὶ ἐλιὲς καὶ ἔγινε ἄφαντος. Αὐτὰ καὶ ἄλλα θαυμαστὰ μᾶς διηγήθηκε ὁ Ἀββᾶς Κόπρης.

Περὶ τοῦ Ἀββᾶ Ἕλλην (3) (4)

Αλλος δέ τις πατήρ, Ἀββᾶ Ἕλλην καλούμενος, ἐκ παιδιόθεν τῇ ἀσκήσει προσκαρτερήσας τοῖς πλησίον αὐτοῦ ἀδελφοῖς, πολλάκις πῦρ ἐν κόλπῳ ἐβάσταζεν, ἐρεθίζων αὐτοὺς προβαίνειν εἰς 
ἐπίδειξιν τῶν σημείων, λέγων αὐτοῖς· Εἰ κατὰ ἀλήθειαν ἀσκεῖτε, τὰ σημεῖα λοιπὸν τῆς ἀρετῆς ἐπιδείξασθε. Ἄλλοτε δὲ αὐτῷ καθ᾿ ἑαυτὸν γενομένῳ ἐν τῇ ἐρήμῳ, ἐπιθυμία γέγονε μέλιτος· εὐθὺς δὲ ὑπὸ πέτραν κηρία εὑράμενος, φησίν· 
Ἄπελθε ἀπ᾿ ἐμοῦ ἡ ἀκόλαστος ἐπιθυμία· γέγραπται γάρ· «Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε» (Γαλάτ. 
ε΄ 16), καὶ καταλιπὼν αὐτὰ ἀπηλλάγη. Ἤδη δὲ αὐτοῦ τρεῖς ἑβδομάδας νηστεύοντος, ὀπώρας εὑρὼν ἐρριμένας, εἶπεν· Οὐ μὴ φάγω, οὐδὲ ἅψωμαί τινος ἐξ αὐτῶν, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω, τουτέστι τὴν ψυχήν, γέγραπται 
γάρ· Οὐκ ἐπὶ τροφῇ μόνῃ ζήσεται ἄνθρωπος (Ματθ. δ΄ 4, Λουκ. δ΄ 4).

Νηστεύσας δὲ καὶ ἄλλην ἑβδομάδα, μικρὸν ἀπενύσταξε, καὶ ἐλθὼν ἄγγελος, φησὶ πρὸς αὐτόν· Ἀναστὰς τὰ εὑρισκόμενα ἆρον καὶ φάγε. Ὁ δὲ ἐξανέστη κύκλῳ περιβλεπόμενος, καὶ ὁρᾷ πηγὴν βοτάνας τρυφερὰς κύκλῳ βλαστήσασαν· Μετειληφὼς δὲ τοῦ ποτοῦ καὶ τῆς τροφῆς τῶν βοτάνων, διεβεβαιοῦτο μηδὲν ἡδύτερον αὐτῶν πώποτε γεγενῆσθαι. Σπήλαιον δὲ εὑρὼν μικρὸν ἐν τῷ τόπῳ, ἔμεινεν ἐκεῖ ὀλίγας ἡμέρας ἄσιτος. Ὡς δὲ λοιπὸν τροφῆς ἐδέετο, κλίνας τὰ γόνατα προσηύχετο· εὐθὺς δὲ αὐτῷ πάντα τὰ τῶν βρωσίμων παρέκειντο, καὶ ἄρτοι θερμοί, καὶ ἐλαῖαι, καὶ ὀπώρα τις διάφορος.

Ἐπεσκέψατο δέ ποτε τοὺς ἑαυτοῦ ἀδελφούς, οὓς καὶ πολλὰ νουθετήσας, ἐπὶ τὴν ἔρημον ἔσπευδεν, ἐπικομιζόμενός τινα τῶν εἰς τὰς χρείας ἐπιτηδείων. Ἰδὼν δὲ ὀνάγρους τινὰς βοσκομένας, 
φησὶ πρὸς αὐτάς· Ἐν ὀνόματι τοῦ Χριστοῦ ἡκέτω μία ἐξ ὑμῶν ὑποδεξομένη μου τὸ βάρος. Ἡ δὲ εὐθὺς ἐπ᾿ αὐτὸν ὥρμησεν· ἐπιθεὶς δὲ αὐτῇ τὰ σκεύη καὶ ἐπικαθίσας ἐν μονημέρῳ τὸ σπήλαιον ἔφθασε. Διαθέντος οὖν αὐτοῦ τοὺς  ἄρτους καὶ τὰς ὀπώρας ἐν τῷ ἡλίῳ, ἦλθον ἐπ᾿ αὐτά, ὡς ἔθος ἦν, τὰ θηρία πρὸς τὴν πηγήν· καὶ ἁψάμενα μόνον 
τῶν ἄρτων ἀπέψυξαν.

Παραβαλὼν δέ ποτε πρός τινας μοναχούς, Κυριακῆς οὔσης, ἔλεγε πρὸς αὐτούς· Τί δὴ ὅτι σήμερον τὴν Σύναξιν [Θ. Λειτουργίαν] οὐκ ἐπετελέσατε; τῶνδὲ φασκόντων, διὰ τὸ μὴ ἐληλυθέναι πέραθεν τὸν πρεσβύτερον, ἔλεγε πρὸς αὐτούς, ἀπελθὼν καλέσω αὐτόν; οἱ ἔφασκον μὴ δύνασθαί τινα διαβαίνει τὸν πόρον διὰ τὸ 
βάθος· ἀλλὰ γὰρ καὶ θηρίον μέγιστον ἔλεγον εἶναι ἐν τῷ τόπῳ κροκόδειλόν τινα, πολλοὺς ἀνθρώπους καταναλώσαντα. Ὁ δὲ οὐδὲν μελλήσας, εὐθὺς ἀναστὰς ὥρμησεν ἐπὶ τὸν πόρον· καὶ εὐθὺς αὐτὸν τὸ θηρίον ἐπὶ τοῦ νώτου ὑποδεξάμενον εἰς τὸ πέραν ἀποκατέστησεν· εὑρὼν δὲ τὸν πρεσβύτερον ἐν τῷ χωρίῳ, παρεκάλει μὴ ὑπεριδεῖν τὴν ἀδελφότητα. Ἰδὼν δὲ αὐτὸν ἐκεῖνος ράκος ἐνδεδυμένον πολύρραφον, ἐπύθετο παρ᾿ αὐτοῦ· πόθεν ἄρα τὸ ράκος ἐκέκτητο ἐπειπών, κάλλιστον ἔχεις ἱμάτιον τῆς ψυχῆς, ἀδελφέ. Τὴν ταπεινοφροσύνην αὐτοῦ θαυμάσας, εἵπετο αὐτῷ ἀπιόντι ἐπὶ τὸν ποταμόν. Ὡς δὲ πορθμεῖον οὐχ εὗρον, φωνὴν ἀφί-
ει ὁ ἀββᾶς Ἕλλην προσκαλούμενος τὸν κροκόδειλον. Ὁ δὲ εὐθὺς ὑπακούσας αὐτῷ παρῆν τὸν νῶτον ὑποστρωσάμενος, ἠξίου δὲ τὸν 
πρεσβύτερον συνεπιβῆναι αὐτῷ. Ἔμφοβος δὲ γενόμενος ἐκεῖνος, ἑωρακὼς τὸ θηρίον, ἐπὶ τὰ ὀπίσω ὑπεχώρει. Ὡς δὲ θάμβος ἔσχεν αὐτὸν καὶ τοὺς τὴν ἀντιπέραν οἰκοῦντας ἀδελφούς, θεασαμένους αὐτὸν σὺν τῷ θηρίῳ τὸν πόρον διαπορθμεύοντα, ἀνελθὼν εἰς τὴν ξηρὰν συνεσπάσατο τὸ θηρίον τεθνάναι, ἄμεινον λέγων αὐτῷ καὶ κερδᾶναι τῶν ἀναιρεθεισῶν ψυχῶν τὴν δίκην, τότε παραχρῆμα πεσὼν ἐξέψυξεν.

Προσκαρτερήσας δὲ τοῖς ἀδελφοῖς ἡμέρας τρεῖς, ἐκάθητο διδάσκων αὐτοὺς τὰς ἐντολὰς καὶ τὰ ἑκάστου ἐν τῷ κρυπτῷ βουλεύματα φανερῶς ἐξαγγέλλων, τὸν μὲν ὑπὸ πορνείας ἐνοχλεῖσθαι 
λέγων, τὸν δὲ ὑπὸ κενοδοξίας, ἄλλον ὑπὸ τρυφῆς. Καὶ ὃν μὲν πρᾷον, ὃν δὲ εἰρηνικὸν ἀπεφήνατο· καὶ τῶν μὲν τὴν κακίαν τῶν δὲ τὰς ἀρετὰς ἐξελέγχων. Ἀκούοντες δὲ ταῦτα ἐθαύμαζον, λέγοντες· ἀληθῶς οὕτως εἶναι. Εἶπε δὲ πρὸς αὐτούς· ἑτοιμάσατε ἡμῖν λάχανα, ἐλεύσονται γὰρ σήμερον πλείονες ἀδελφοὶ πρὸς ἡμᾶς. Οἱ 
δὲ ὡς ἔτι ηὐτρέπιζον, ἐπιστάντων τῶν ἀδελφῶν, ἀλλήλους ἠσπάζοντο. Ἠξίου δέ τις αὐτὸν τῶν ἀδελφῶν συνδιάγειν αὐτῷ ἐν τῇ ἐρήμῳ βουλόμενος. Λέγοντος δὲ αὐτοῦ μὴ δύνασθαι ὑπενεγκεῖν τοὺς πειρασμοὺς τῶν δαιμόνων, φιλονεικότερον ἐκεῖνος διαλεχθεὶς πάντα ὑπενεγκεῖν ἐπηγγέλετο· καὶ δὴ ὑποδεξάμενος 
αὐτὸν εἰς ἕτερον σπήλαιον οἰκεῖν παρεκελεύετο.

Ἐπιστάντες δὲ νύκτωρ οἱ δαίμονες, πνίγειν αὐτὸν ἐπεχείρουν τὸ πρῶτον αἰσχροῖς λογισμοῖς ἱκανῶς διαταράξαντες· ἐκδραμὼν οὖν ἐκεῖνος, τὰ συμβάντα ἀπήγγειλε τῷ Ἀββᾷ Ἕλλην· περιχαράξας δὲ ἐκεῖνος τὸν τόπον ἐκέλευσε τὸ λοιπὸν μετὰ ἀδείας μένειν αὐτόν.

Ἄρτων δέ ποτε αὐτοῖς ἐπιλιπόντων ἐν τῷ σπηλαίῳ, ἐπιστὰς ἄγγελος ἐν ἀδελφοῦ σχήματι, ἐκόμισεν αὐτοῖς τὴν τροφήν. Ἄλλοτε δὲ ἐπιζητοῦντες αὐτὸν ἀδελφοὶ δέκα τὸν ἀριθμόν, ἐπελάζοντο κατὰ τὴν ἔρημον ἑβδόμην ἡμέραν ἄσιτοι διατελοῦντες· εὑρὼν δὲ αὐτοὺς ἐκέλευσεν ἀναπαύεσθαι ἐν τῷ σπηλαίῳ. Οἱ δέ, ὡς ὑπέ-
μνησαν περὶ διαίτης, ἐκεῖνος μηδὲν ἔχων παραθῆναι ἔλεγε πρὸς αὐτούς· δυνατός ἐστιν «ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν τῇ ἐρήμῳ» (Ψαλμ. οζ' 19). Εὐθὺς δὲ πρὸ θυρῶν παῖς τις νεανίας καλὸς ἐπέμενε κρούων· εὐχομένων δὲ αὐτῶν, ἀνοίξαντες εἶδον τὸν νεανίαν σπυρίδα μεγάλην μεστὴν ἄρτων τε καὶ ἐλαιῶν ἔχοντα. Ὑποδεξάμενοι δὲ αὐτά, μετελάμβανον εὐχαριστήσαντες τῷ Κυρίῳ, τοῦ παιδὸς 
εὐθὺς ἀφανοῦς γενομένου.

Ταῦτα τε καὶ ἄλλα πλείονα ὁ πατὴρ Κόπρης ἡμῖν ὑφησηγάμενος καὶ φιλοφονησάμενος ἡμᾶς φοίνικας καὶ ἄλλα ὀπωρικά, ἅπερ καὶ αὐτὸς ἐν τῇ ἐρήμῳ ἐφύτευσεν ὑπὸ τῆς τῶν ἀγροίκων πίστεως ὑπομνησθείς. Πρὸς οὓς εἶπεν, ὅτι δύναται καὶ ἡ ἔρημος καρποφορῆσαι τοῖς ἔχουσι πίστιν εἰς τὸν Θεόν· ὡς γὰρ εἶδον αὐτούς, φησί, τὴν ἄμμον σπείραντες, καὶ τὴν χώραν αὐτῶν καρποφορήσασαν, κἀγώ τε αὐτὸς ἐπιχειρήσας ἐπέτυχον.

1. Ἁγίου Νικολάου Βελιμίροβιτς, Ὁ Πρόλογος τῆς Ἀχρίδος, Ἰούλιος, σελ. 141-42, ἐκδόσεις «Ἄθως», ἔκδοσις Α΄, Ἀθήνα 2009. ● ᾿Επιμέλ. ἡμετ. 
2. Βλ. https://iconandlight.wordpress.com/.
3. Παλλαδίου Ἐπισκόπου Ἐλενουπόλεως, Λαυσαϊκόν, § ΙΑ΄, σελ. 235-238, ἔκδ. Τύποις Ἱεροῦ Κοινοῦ τοῦ Παναγίου Τάφου, Ἱεροσόλυμα 1914,.
4. Περὶ τοῦ Ἀββᾶ Ἕλλην βλ. Σωζομέν. Ϛ΄. 28, Νικηφόρ. Καλλίστ. ια΄. 34.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου