Παρασκευή 3 Απριλίου 2020

Μνήμη τῶν Ὁσίων καὶ ἐνδόξων Τρισχιλίων Μαρτύρων, Πατέρων καὶ Ἀββάδων, τῶν ἐν τῇ Λαύρᾳ τοῦ Χοζεβᾶ ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν ἐν ἔτει χιδ´ (614). Ήμέρα Μνήμης: 9 Ίανουαρίου.

Μνήμη τῶν Ὁσίων καὶ ἐνδόξων Τρισχιλίων Μαρτύρων, Πατέρων καὶ Ἀββάδων, τῶν ἐν τῇ Λαύρᾳ τοῦ Χοζεβᾶ ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν ἐν ἔτει χιδ´ (614). Ήμέρα Μνήμης: 9 Ίανουαρίου.


Ἀσκητῶν κρίνα, Χοζεβῖται Πατέρες,
ἐχθρῶν μιαρῶν ἀνῃρέθητε σπάθαις.
Διπλοῦν οὖν στέφος ἐκ Θεοῦ εἰληφότες
μυστικῆς χαρᾶς ἐγεύθητε ἐν πόλῳ.

Οὗτοι οἱ θεοφόροι Πατέρες καὶ Ἀββάδες τῆς ἱερᾶς Λαύρας τοῦ Χοζεβᾶ, τρεῖς χιλιάδες τὸν ἀριθμόν, στυγνῶς ἀνῃρέθησαν κατὰ τὴν ἀνελέητον ἐπιδρομὴν τῶν Περσῶν ἐν ἔτει 614 μ.Χ. Αἱ ὀρδαὶ τῶν βαρβάρων αὐτῶν ὡσεὶ ἄλλη πληγὴ ἀκρίδος ἐπέπεσον ἐπὶ τῆς Μονῆς καὶ τῶν πέριξ αὐτῆς κελλίων προκαλοῦσαι παντελῆ ἐρήμωσιν καὶ ἐπώδυνον θάνατον τῶν ἐγκαταβιούντων ἀσκητῶν. Τὸ πάντιμον αἷμα τῶν Πατέρων ἔῤῥευσε κρουνηδὸν καὶ τὰ σώματα αὐτῶν ἐκάλυψαν ἅπασαν τὴν ἐρημικὴν ἐπιφάνειαν τῆς κοιλάδος τοῦ Χοῤῥάθ.

Ἅμα τῇ ἀπομακρύνσει τῶν Περσῶν, οἱ ἐναπομείναντες Πατέρες, ἐπιστρέψαντες ἐκ τῶν καταφυγίων αὐτῶν, περισυνέλεξαν μετὰ κλαυθμῶν καὶ ὀδυρμῶν τὰ τίμια σώματα τῶν ἀναιρεθέντων συνασκητῶν αὐτῶν, ἅτινα καὶ ἐναπέθεσαν ἐντὸς εὐρυχώρου σπηλαίου εὐσχημόνως καὶ κατὰ ἱερατικὴν τάξιν. Καλύψαντες τὴν εἴσοδον τοῦ σπηλαίου διὰ λίθων, προσεπάθησαν ὅπως ἀποκρύψωσι τοῦτο ἔκ τινος μελλοντικῆς ἐπιδρομῆς καὶ βεβηλώσεως αὐτοῦ.


Κεκρυμμένου ὅθεν ὄντως τοῦ σπηλαίου ἐπὶ αἰῶνας πολλούς, ηὐδόκησεν ὁ Θεὸς ὅπως τοῦτο εὑρεθῇ ἐν τοῖς ἐσχάτοις χρόνοις ὑπὸ Γέροντός τινος καλουμένου Βαρσανουφίου. Οὗτος ἐκ τῆς ἐκπεμπομένης ἐκ τοῦ σπηλαίου ἀῤῥήτου εὐωδίας ὡδηγήθη εἰς τὴν ἀνακάλυψιν αὐτοῦ καὶ τῶν κατακειμένων ἔνδον αὐτοῦ ἱερῶν λειψάνων τῶν Πατέρων πρὸς δόξαν Θεοῦ καὶ οἰκοδομὴν καὶ ἐνίσχυσιν τῶν πιστῶν.

Ἀπολυτίκιον.
Ἦχος γ΄Θείας πίστεως.
Ὥσπερ φοίνικες, ἐν τῇ ὀάσει, ὡραΐσατε τὴν ἐν χειμάῤῥῳ, τοῦ Χοῤῥὰθ Ἀββάδες θεῖοι περίοικον, τοῦ Χοζεβᾶ μυρίπνοοι ἴασμοι, οἱ ταῖς αἱμάτων ῥοαῖς ἐξανθήσαντες· ὦ τρισχίλιοι, Πατέρες Ὁσιομάρτυρες, Χριστῷ ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύετε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου